ΠΡΩΙΝΗ ΠΡΟΣΕΥΧΗ
Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.
Δόξα σοι, ο Θεός, η ελπίς ημών, δόξα σοι.
Βασιλεύ ουράνιε, Παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών και τα
πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν
και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον, Αγαθέ τας ψυχάς ημών.
‘Αγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος, ελέησον ημάς (3)
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας
των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα
συγχώρησον τας ανομίας ημίν. ‘Αγιε επίσκεψαι και ίασαι τας ασθενείας ημών,
ένεκεν του ονόματός σου. Κύριε, ελέησον, Κύριε, ελέησον. Κύριε ελέησον.
Δόξα… Και νύν…,
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
ἁγιασθήτω τὸ ὄνομά σου.
Ἐλθέτω ἡ βασιλεία σου.
Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.
Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.
Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Δι' ευχών των Αγίων Πατέρων ημών, κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και
σώσον ημάς. Αμήν.
Κύριε, ελέησον (12).
Δόξα… Και νύν…
Δεύτε, προσκυνήσομεν και προσπέσωμεν τω βασιλεί ημών Θεώ.
Δεύτε, προσκυνήσομεν και προσπέσωμεν Χριστώ τω βασιλεί ημών Θεώ.
Δεύτε, προσκυνήσομεν και προσπέσωμεν Χριστώ τω βασιλεί και Θεώ ημών.
Ψαλμός 120ος
Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε.
Ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν ᾿Ισραήλ.
Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου·
Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.
Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος.
Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου, καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ Ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ἐξεγερθέντες τοῦ ὕπνου προσπίπτομέν Σοι, Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοῶμέν Σοι, δυνατέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἰ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας με, Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν Σε, Ἁγία Τριάς· Ἅγιος, Ἅγιος, Ἅγιος εἰ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀθρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις γυμνωθήσονται· ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός·
Ἅγιος, Ἅγιος, Ἅγιος εἰ, ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον (ιβ’).
Της νυκτός διελθούσης ήγγικεν ή ημέρα και το φως του κόσμω επέλαψε δια
τούτο υμνεί σε τάγματα Αγγέλων και δοξολογεί σε, Χριστέ ο Θεός.
Εκ του ύπνου εξανιστάμενος ευχαριστώ σοι, αγία Τριάς, ότι διά την πολλήν
σου αγαθότητα και μακροθυμίαν, ουκ ωργίσθης εμοί τω ραθύμω και αμαρτωλώ, ουδέ
συναπώλεσας με ταις ανομίαις μου, αλλ’ εφιλανθρωπεύσω συνήθως και προς
απόγνωσιν κείμενον ήγειράς με εις το ορθρίσαι και δοξολογήσαι το κράτος σου.
Και νυν φώτισον μου τα όμματα της Διανοίας, άνοιξον μου το στόμα, του μελετάν
τα λόγια σου και συνιέναι τας εντολάς σου και, ποιείν το θέλημά σου, και
ψάλλειν σοι εν εξομολογήσει καρδίας και ανυμνείν το πανάγιον όνομά σου, του
Πατρός και του Υιού και του αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας
των αιώνων. Αμήν.
Δόξα Σοι, Βασιλεύ, Θεέ Παντοκράτορ, ότι τη θεία Σου και φιλανρώπω προνοία
ηξίωσάς με τον αμαρτωλόν και ανάξιον εξ ύπνου αναστήναι και τυχείν της εισόδου
του αγίου Σου οίκου. Δέξαι Κύριε, και την φωνήν της δεήσεώς μου, ως των Αγίων
και νοερών Σου δυνάμεων, και ευδόκησον εν καρδία καθαρά και πνεύματι
ταπεινώσεως, προσενεχθήναι Σοι την εκ των ρυπαρών χειλέων μου αίνεσιν. Όπως
καγώ κοινωνός γένωμαι των φρονίμων παρθένων, εν φαιδρά λαμπηδόνι της ψυχής μου,
και δοξάζω Σε, τον εν Πατρί και Πνεύματι δοξαζόμενον Θεόν Λόγον. Αμήν.
Η ευχή του Μεγάλου Βασιλείου
Σε ευλογούμεν, ύψιστε Θεέ και Κύριε του ελέους, τον ποιούντα αεί μεθ’ ημών
μεγάλα τε και ανεξιχνίαστα, ένδοξα τε και εξαίσια, ων ουκ έστιν αριθμός, τον
παρασχόντα ημίν τον ύπνον εις ανάπαυσιν της ασθενείας ημών, και άνεσιν των
κόπων της πολυμόχθου σαρκός. Ευχαριστούμεν σοι, ότι ου συναπόλεσας ημάς ταις
ανομίαις ημών, αλλ’ εφιλανθρωπεύσω συνήθως, και προς απόγνωσιν κειμένους
ήγειρας ημάς εις το δοξολογήσαι το κράτος σου. Διό δυσωπούμεν την ανείκαστον
σου αγαθότητα, φώτισον ημών τούς της διανοίας οφθαλμούς, και τον νουν ημών εκ
του βαρέος ύπνου της ραθυμίας ανάστησον. ‘Ανοιξον ημών το στόμα και πλήρωσον
αυτό της σης αινέσεως, όπως άν δυνηθώμεν απερισπάστως άδειν τε και ψάλλειν, και
εξομολογείσθαι σοι τω εν πάσι και υπό πάντων δοξαζόμενω Θεώ, τω ανάρχω Πατρί,
συν τω μονογενεί σου Υιώ και τω παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νυν
και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Αινούμεν, υμνούμεν, ευλογούμεν και ευχαριστούμεν σοι ο Θεός των Πατέρων
ημών, ότι παρήγαγες την σκιάν της νυκτός και έδειξας ημίν πάλιν το φως της
ημέρας, αλλ’ ικετεύομεν την σην αγαθότητα. Ιλάσθητι ταις αμαρτίαις ημών και
πρόσδεξαι την δέησιν ημών εν τη μεγάλη σου ευσπλαχνία, ότι προς σε καταφεύγομεν
τον ελεήμονα και παντοδύναμον Θεόν. Λάμψον εν ταις καρδίαις ημών τον αληθινόν
Ήλιον της δικαιοσύνης σου, φώτισον τον νουν ημών, και τας αισθήσεις όλας
διατήρησον, ίνα ως εν ημέρα ευσχημόνως περιπατούντες την οδόν των εντολών σου,
καταντήσωμεν εις την ζωήν την αιώνιον, ότι παρά σοι εστίν η πηγή της ζωής, και
εν απολαύσει γενέσθαι καταξιωθώμεν του απροσίτου φωτός. Ότι συ εί ο Θεός ημών,
και σοί την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν
και αεί και εις τους αιώνας των αιώνων.Αμήν.
Κύριε ελέησον 40 φορές
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μνήσθητι, Κύριε, τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, καὶ πάντων τῶν ἐν εὐσεβείᾳ καὶ πίστει τελειωθέντων, καὶ συγχώρησον αὐτοῖς πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἐν λόγῳ, ἢ ἔργῳ, ἢ κατά, διάνοιαν πλημμεληθὲν ὑπ' αὐτῶν. Καὶ κατασκήνωσον αὐτοὺς ἐν τόποις φωτεινοῖς, ἐν τόποις χλοεροῖς, ἐν τόποις ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη, καὶ στεναγμός, ὅπου ἡ ἐπισκοπὴ τοῦ προσώπου σου εὐφραίνει πάντας τοὺς ἀπ' αἰῶνος Ἁγίους σου. Χάρισαι αὐτοῖς καὶ ἡμῖν τὴν Βασιλείαν σου καὶ τὴν μέθεξιν τῶν ἀφράστων καὶ αἰωνίων σου ἀγαθῶν, καὶ τῆς σῆς ἀπεράντου καὶ μακαρίας ζωῆς τὴν ἀπόλαυσιν. Σὺ γὰρ εἶ ἡ ζωή, ἡ ἀνάστασις, καὶ ἡ ἀνάπαυσις τῶν κεκοιμημένων δούλων σου, Χριστέ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καί, τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τους αἰῶνας τῶν αἰώνων, Ἀμήν
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν,Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Υπερένδοξε, αειπάρθενε, ευλογημένη Θεοτόκε, προσάγαγε την ημετέραν
προσευχήν τω Υιώ σου και Θεώ ημών, και αίτησαι ίνα σώσει διά σου τας ψυχάς
ημών.
Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου το Πνεύμα το άγιον.
Τριάς αγία, δόξα σοι.
Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξον με υπό την
σκέπην σου.
Θεοτόκε Παρθένε, χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ. εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτήρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
Βαπτιστά τού Χριστού, πάντων ημών μνήσθητι, ίνα ρυσθώμεν τών ανομιών ημών,
σοί γάρ εδόθη χάρις, πρεσβεύειν υπέρ ημών.
Ικετεύσατε υπέρ ημών, άγιοι Απόστολοι και άγιοι πάντες, ίνα ρυσθώμεν
κινδύνων και θλίψεων· υμάς γαρ θερμούς προστάτας, προς τον Σωτήρα κεκτήμεθα.
Υπό την σην ευσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε. Τας ημών ικεσίας, μη
παρίδης εν περιστάσει, αλλ᾽ εκ κινδύνων λύτρωσαι ημάς, μόνη Αγνή, μόνη ευλογημένη.
Εις χείρας σου, Κύριε, παρατίθημι την ψυχήν καί τό σώμα μου. Αύτός με
ευλόγησον, αυτός με ελέησον καί ζωήν τήν αιώνιον χάρισαί μοι. Αμήν.
Δι’ ευχών των αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, ελέησον
ημάς. Αμήν.